2 Corinthians 1:20

20ὅσαι γὰρ ἐπαγγελίαι θεοῦ, ἐν αὐτῷ τὸ Ναί·
 διὸ = WH Treg NA/NIV: || [omit] = RP
διὸ καὶ
 δι᾽ αὐτοῦ = WH Treg NA/NIV: || ἐν αὐτῷ = RP
δι᾽ αὐτοῦ ⸃ τὸ Ἀμὴν τῷ θεῷ πρὸς δόξαν δι᾽ ἡμῶν.

Hebrews 9:22

22καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις.

Hebrews 10:4-10

4ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας. 5διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει· Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· 6ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας. 7τότε εἶπον· Ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι, θεός, τὸ θέλημά σου. 8ἀνώτερον λέγων ὅτι
 Θυσίας καὶ προσφορὰς = WH Treg NA/NIV: || Θυσίαν καὶ προσφορὰν = RP
Θυσίας καὶ προσφορὰς ⸃ καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας οὐδὲ εὐδόκησας, αἵτινες κατὰ
 νόμον = WH Treg NA/NIV: || τόν νόμον = RP
νόμον προσφέρονται,
9τότε εἴρηκεν· Ἰδοὺ ἥκω τοῦ
 ποιῆσαι = WH Treg NA/NIV: || ποιῆσαι ὁ θεός = RP
ποιῆσαι τὸ θέλημά σου· ἀναιρεῖ τὸ πρῶτον ἵνα τὸ δεύτερον στήσῃ.
10ἐν θελήματι ἡγιασμένοι
 ἐσμὲν = WH Treg NA/NIV: || ἐσμὲν οἱ = RP
ἐσμὲν διὰ τῆς προσφορᾶς τοῦ σώματος Ἰησοῦ Χριστοῦ ἐφάπαξ.

Hebrews 11:39-40

39
 καὶ = Holmes: || καὶ οὗτοι = WH Treg NA/NIV RP
καὶ πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν,
40τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.



Revelation of John 5:8-10

8καὶ ὅτε ἔλαβεν τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν
 αἱ = WH Treg NA/NIV: || [omit] = RP
αἱ προσευχαὶ τῶν ἁγίων·
9καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες· Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ, ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ
 θεῷ = WH NA/NIV: || θεῷ ἡμᾶς = Treg RP
θεῷ ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους,
10καὶ ἐποίησας αὐτοὺς τῷ θεῷ ἡμῶν
 βασιλείαν = WH Treg NA/NIV: || βασιλεῖς = RP
βασιλείαν καὶ ἱερεῖς, καὶ
 βασιλεύουσιν = WH Treg: || βασιλεύσουσιν = NA/NIV RP
βασιλεύουσιν ἐπὶ τῆς γῆς.

Revelation of John 7:9-17

9Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ὄχλος πολύς, ὃν ἀριθμῆσαι
 αὐτὸν = WH Treg NA/NIV: || [omit] = RP
αὐτὸν οὐδεὶς ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν,
 ἑστῶτες = WH Treg NA/NIV: || ἑστώτας = RP
ἑστῶτες ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένους στολὰς λευκάς, καὶ
 φοίνικες = WH Treg NA/NIV: || φοίνικας = RP
φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν·
10καὶ κράζουσι φωνῇ μεγάλῃ λέγοντες· σωτηρία τῷ θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ καὶ τῷ ἀρνίῳ. 11καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσαν ἐνώπιον τοῦ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ, 12λέγοντες· Ἀμήν· εὐλογία καὶ δόξα καὶ σοφία καὶ εὐχαριστία καὶ τιμὴ καὶ δύναμις καὶ ἰσχὺς τῷ θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

13Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι· Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶν καὶ πόθεν ἦλθον; 14καὶ
 εἴρηκα = WH Treg NA/NIV: || εἶπον = RP
εἴρηκα αὐτῷ· Κύριέ μου, σὺ οἶδας. καὶ εἶπέν μοι· Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν καὶ ἐλεύκαναν
 αὐτὰς = WH Treg NA/NIV: || [omit] = RP
αὐτὰς ἐν τῷ αἵματι τοῦ ἀρνίου.
15διὰ τοῦτό εἰσιν ἐνώπιον
 τοῦ θρόνου = WH Treg NA/NIV: || τῷ θρόνῳ = RP
τοῦ θρόνου ⸃ τοῦ θεοῦ, καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ, καὶ καθήμενος ἐπὶ τοῦ θρόνου σκηνώσει ἐπ᾽ αὐτούς.
16οὐ πεινάσουσιν ἔτι
 οὐδὲ = WH Treg NA/NIV: || οὐδ᾽ οὐ = RP
οὐδὲ διψήσουσιν ἔτι, οὐδὲ μὴ πέσῃ ἐπ᾽ αὐτοὺς ἥλιος οὐδὲ πᾶν καῦμα,
17ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου
 ποιμανεῖ = WH Treg NA/NIV: || ποιμαίνει = RP
ποιμανεῖ αὐτούς, καὶ
 ὁδηγήσει = WH Treg NA/NIV: || ὁδηγεῖ = RP
ὁδηγήσει αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων· καὶ ἐξαλείψει θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν.



Copyright information for SBLG